Ιερές Ακολουθίες Μηνιαίο Πρόγραμμα Ιερών Ακολουθιών

naospromo2

Καινή Διαθήκη Κείμενο Καινής Διαθήκης

evaggeliopromo2

Προσευχητάριο Προσευχές της Εκκλησίας

apostolos-andreas-monastery

Κατεχόμενα Θρησκευτική Πολιτιστική Κληρονομιά

apostolos-andreas-monastery

Πρωινή Προσευχή

Καταχωρήθηκε στο Προσευχητάριο

Ἀπὸ τοῦ ὕπνου ἐγερθεὶς καί ἀναστὰς τῆς κλίνης στῆθι μετ' εὐλαβείας καὶ φόβου
Θεοῦ καὶ εἰπέ:
 
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος. Ἀμήν.
∆όξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ
πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν
ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ
καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς
ψυχὰς ἡμῶν.
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
(Τρίς)
όξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις
ἡμῶν. ∆έσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἁγιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός
Σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
όξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοιιά Σου·
ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν
οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς
ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καί
ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ
Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
 
Τὰ Τριαδικὰ τροπάρια.
ᾞχος α΄.
ξεγερθέντες τοῦ ὕπνου προσπίπτομέν Σοι, Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοῶμέν Σοι, ∆υνατέ· Ἅγιος, Ἅγιος, Ἅγιος
εἰ, ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
∆όξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίῳ Πνεύματι.
Ἦχος β΄.
Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας με, Κύριε, τὸν νοῦν μου
φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ
ὑμνεῖν Σε, Ἁγία Τριάς· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, ὁ Θεός· διὰ τῆς
Θεοτόκου ἐλέησον ἡμᾶς.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ᾞχος γ΄.
θρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις
γυμνωθήσονται· ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς
νυκτός· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, ὁ Θεός· διὰ τῆς Θεοτόκου
ἐλέησον ἡ μᾶς. Κύριε, ἐλέησον (12).
Εὐχὴ εὐχαριστήριος
κ τοῦ ὕπνου ἐξανιστάμενος, εὐχαριστῶ Σοι, Ἁγία Τριάς, ὅτι
διὰ τὴν πολλήν Σου ἀγαθότητα καὶ μακροθυμίαν, οὐκ
ὠργίσθης ἐμοὶ τῷ ραθύμῳ καὶ ἁμαρτωλῷ, οὐδὲ
συναπώλεσάς με ταῖς ἀνομίαις μου, ἀλλ' ἐφιλανθρωπεύσω
συνήθως, καὶ πρὸς ἀπόγνωσιν κείμενον ἤγειράς με, εἰς τὸ
ὀρθρίσαι καὶ δοξολογῆσαι τὸ κράτος Σου. Καὶ νῦν φώτισόν
μου τὰ ὄμματα τῆς διανοίας, ἄνοιξόν ιιου τὸ στόμα, τοῦ
μελετᾶν τὰ λόγιά Σου, καὶ συνιέναι τὰς ἐντολάς Σου, καὶ
ποιεῖν τὸ θέλημά Σου, καὶ ψάλλειν Σοι ἐν ἐξομολογήσει
καρδίας, καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά Σου, τοῦ Πατρὸς
καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ ἑτέρα
όξα Σοι, Βασιλεῦ, Θεὲ Παντοκράτορ, ὅτι τῇ θείᾳ Σου καὶ
φιλανθρώπῳ προνοίᾳ ἠξίωσάς με τὸν ἁμαρτωλὸν καὶ
ἀνάξιον ἐξ ὕπνου ἀναστῆναι καὶ τυχεῖν τῆς εἰσόδου τοῦ ἁγίου
Σου οἴκου. ∆έξαι, Κύριε, καὶ τὴν βρωνὴν τῆς δεήσεώς
μου, ὡς τῶν Ἁγίων καί νοερῶν Σου δυνάμεων καὶ εὐδόκησον
ἐν καρδίᾳ καθαρᾷ καὶ πνεύματι ταπεινώσεως, προσενεχθῆναί Σοι τὴν ἐκ τῶν ρυπαρῶν χειλέων μου αἴνεσιν· ὅπως κἀγὼ
κοινωνὸς γένωμαι τῶν φρονίμων παρθένων, ἐν φαιδρᾷ
λαμπηδόνι τῆς ψυχῆς μου, καὶ δοξάζω Σέ, τὸν ἐν Πατρὶ καὶ
Πνεύματι δοξαζόμενον Θεὸν Λόγον. Ἀμήν.
∆εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῶ Βασιλεῖ ἡμῶν Θεῷ.
∆εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῶ τᾧ Βασιλεῖ ἡμῶν Θεῷ.
∆εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Αὐτῷ Χριστῶ τῷ Βασιλεῖ καὶ Θεῶ
ἡμῶν.
Ψαλμὸς Ν΄ (50).
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ
πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας
μου καθάρισόν με. ࿞Οτι τὴν ἀνομίαν μου ἐγὼ γι- νώσκω, καὶ ἡ
ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον
καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δ ικαιωθῆ ς ἐν
το ῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν
ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ
μου. ῎Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια
τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι,
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον,
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ
προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ
πνεύματι ἡγεμονικῷ στήριξόν με. ∆ιδάξω ἀνόμους τὰς ὁδούς
Σου καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων, ὁ
Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου
τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καί τὸ
στόμα μου ἀναγγελεῖ τὴν αίνεσίν Σου. ࿞Οτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ
Θεῶ πνεῦμα συντετρ ιμμένον, καρδίαν συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν
τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη
῾Ιερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα·
τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου
μόσχους.
Ὁ ῎Αμωμος καὶ μετ' αὐτόν.
∆όξα. Καὶ νῦν.
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν
οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς
ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ,
τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.
Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα,
οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν
κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ Πνεύματος
Ἁγίου, καὶ Μαρίας τῆς Παρθένου, καὶ ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ
παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῆ τρίτῃ ἡμέρᾳ κατὰ
τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ
καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόιμενον
μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, ου τῆς βασιλείας οὐκ
ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἁγιον, τὸ Κύριον, τὸ
Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ
καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ
λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ
Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν
ἁμαρτιῶν. Προσδοκῶ Ἀνάστασιν νεκρῶν, καί ζωὴν τοῦ
μέλλοντος αἰῶνος. Ἀμήν. Τρισάγιον.
∆όξα. Καὶ νῦν.
Παναγία Τριάς.,
∆όξα. Καὶ νῦν,
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς…
∆ι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...
 
Εἰ ἔστι ∆εσποτικὴ ἤ Θεομητορικὴ ἑορτή, λέγομεν τὸ Ἀπολυτίκιον αὐτῆς, ∆όξα,
τὸ αὐτό. Καί νῦν, τὸ Κοντάκιον· εἰδ' ἄλλως τὰ παρόντα Τροπάρια.
 
δοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός· καὶ μακάριος
0 δοῦλος, ὅν εὑρήσει γρηγοροῦντα· ἀνάξιος δὲ πάλιν, ὅν
εὑρήσει ρᾳθυμοῦντα. Βλέπε οὖν, ψυχή μου, μὴ τῷ ὕπνῳ
κατενεχθῆς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς· ἀλλ' ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος
εἶ, ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
∆όξα.
Τὴν ἡμἔραν ἐκείνην τὴν φοβεράν, ἐννοοῦσα ψυχή μου,
γρηγόρησον, ἀνάπτουσα λαμπάδα σου, ἐν ἐλαίῳ
φαιδρύνουσα· οὐ γὰρ οἶδας πότε πρὸς σὲ ἐπελεύσεται ἡ φωνὴ
ἡ λέγουσα· Ἰδοὺ ὁ Νυμφίος. Βλέπε οὖν, ψυχή μου, μὴ
νυστάξῃς' καὶ μείνῃς ἔξωθεν κρούουσα, ὡς αἱ πέντε Παρθένοι·
ἀλλ' ἀγρύπνως καρτέρησον, ἵνα ὑπαντήσῃς Χριστῷ τῷ
Θεῷ, ἐν ἐλαίῳ πίονι, καὶ δῴη σοι τὸν νυμφῶνα τὸν θεῖον τῆς
δόξης Αὐτοῦ.
Καὶ νῦν.
Σὲ τὸ ἀπόρθητον τεῖχος, τὸ τῆς σωτηρίας ὀχύρωμα, Θεοτόκε
Παρθένε, ἱκετεύομεν τὰς τῶν ἐναντίων βουλὰς διασκέδασον·
τοῦ λαοῦ Σου τὴν λύπην εἰς χαρὰν μετάβαλε τὸν κόσμον Σου
ἀνακάλεσον· τοὺς εὐσεβεῖς κραταίωσον· ὑπὲρ εἰρήνης τοῦ
κόσμου πρέσβευε, ὅτι σὺ εἰ, Θεοτόκε, ἡ ἐλπὶς ἡμῶν.
Κύριε, ἐλέησον μ΄ (40).
ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς
προσκυνούμενος καὶ δοξαζόμενος, Χριστὸς ὁ Θεός, ὁ
μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς
δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας
καλῶν πρὸς σωτηρίαν, διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων
ἀγαθῶν. Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῆ ὥρᾳ ταύτη
τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς
Σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς
λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ρῦσαι ἡμᾶς
ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς Ἁγίοις
Σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ
ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ
εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου Σου δόξης· ὅτι εὐλογητὸς εἶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον γ΄ (3). ∆όξα. Καὶ νῦν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
∆ι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...
 
Εὐχὴ τοῦ Ἁγίου Μαρδαρίου.
έσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε Υἱὲ μονογενές,
Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία ∆ύναμις,
ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν
με τὸν ἀνάξιον δοῦλόν Σου· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
 
Εὐχὴ τοῦ Μεγάλου Βασιλείου. (Ταύτην λέγομεν ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι τῆς Κυριακῆς τῶν Βαΐων).
Κύριε Παντοκράτορ, ὁ Θεὸς τῶν δυνάμεων καὶ πάσης
σαρκός, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν·
καρδίας τε καὶ νεφροὺς ὁ ἐτάζων, καὶ τὰ κρυπτὰ τῶν
ἀνθρώπων σαἲρῶς ἐπιστάμενος τὸ ὄιναρχον καὶ ἀιδιον φῶς,
παρ' ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. Αὐτός,
ἀθάνατε Βασιλεῦ, πρόσδεξαι τὰς ἱκεσίας ἡμῶν, ἃς κατὰ τὸν
παρόντα καιρὸν τῆς νυκτός, τῷ πλήθει τῶν Σῶν οἰκτιρμῶν
θαρροῦντες, ἐκ ρυπαρῶν πρὸς Σὲ χειλέων ποιούμεθα. Καὶ
ἄφες ἡμῖν τὰ πλημμελήματα ἡμῶν, τὰ ἐν ἔργῳ καὶ λόγῳ καὶ
διανοίᾳ, ἐκ γνώσεως ἢ ἀγνωσίας, πλημμεληθέντα ἡμῖν καὶ
καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ
πνεύματος, ναοὺς ἡμᾶί· ποιῶν τοῦ Ἁγίου Πνεύματος. Καὶ
δώρησαι ἦμῖν ἐν ἀγρύπνῳ καρδίᾳ, καὶ νηφούσῃ διανοίᾳ,
πᾶσαν τοῦ παρόντος βίου τὴν νύκτα ἡμᾶς διελθεῖν,
ἀπεκδεχομένους τὴν παρουσίαν τῆς λαμπρᾶς καὶ ἐπιφανοῦς
ἡμέρας τοῦ Μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ
Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ἧ μετὰ δόξης ἐπὶ γῆς
κριτὴς τῶν ἁπάντων ἐλεύσεται, ἑκάστῳ ἀποδοῦναι κατὰ τὰ
ἔργα αὐτοῦ. Ινα μὴ ἀναπεπτωκότες καὶ ὑπνοῦντες, ἀλλ'
ἐγρηγοροῦντες καὶ διεγηγερμένοι ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν
Αὐτοῦ εὑρεθῶμεν, καὶ ἕτοιμοι εἰς τὴν χαρὰν καὶ εἰς τὸν θεῖον
Νυμφῶνα τῆς δόξης Αὐτοῦ συνεισέλθωμεν, ἔνθα ὁ τῶν
ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος, καὶ ἡ ἀνέκφραστος
ἡδονὴ τῶν καθορώντων τοῦ Σοῦ προσώπου τὸ κάλλος τὸ
ἄρρητον. Σὺ γὰρ εἶ τὸ ἀληθινὸν φῶς, τὸ φωτίζον καὶ ἁγιάζον τὰ σύμπαντα καὶ Σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.
Σὲ εὐλογοῦμεν, Ὕψιστε Θεὲ καὶ Κύριε τοῦ ἐλέους, τὸν
ποιοῦντα ἀεὶ μεθ' ἡμῶν μεγάλα τε καὶ ἀνεξιχνίαστα, ἔνδοξά
τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· τὸν παρασχόντα ἡμῖν
τὸν ὕπνον εἰς ἀνάπαυσιν τῆς ἀσθενείας ἡμῶν καὶ ἄνεσιν τῶν
κόπων τῆς πολυμόχθου σαρκός. Εὐχαριστοῦμέν Σοι, ὅτι οὐ
συναπώλεσας ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλ'
ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κειμένους
ἡμᾶς ἤγειρας, εἰς τὸ δοξολογῆσαι τὸ κράτος Σου. ∆ιὸ
δυσωποῦμεν τὴν ἀνείκαστόν Σου ἀγαθότητα, φώτισον ἡμῶν
τοὺς τῆς διανοίας ὀφθαλμούς, καὶ τὸν νοῦν ἡμῶν ἐκ τοῦ
βαρέος ὕπνου τῆς ραθυμίας ἀνάστησον. Ἄνοιξον ἡμῶν τὸ
στόμα καὶ πλήρωσον αὐτὸ τῆς Σῆς αἰνέσεως, ὅπως ἂν δυνη
θῶ μεν ἀπερ ισπάστως ᾄδειν τε καί ψάλλειν καὶ
ἐξομολογεῖσθαί Σοι, τῷ ἐν πᾶσι καὶ ὑπὸ πάντων δοξαζομένῳ
Θεῷ, τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ μονογενεῖ Σου Υἱῷ, καὶ τῷ
παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
∆εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ…
Ψαλμὸς ΡΚ΄ (120).
ρα τοὺς ὀφθαλμούς μοῃ εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ
τὴν γῆν. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ
φυλάσσων σε. Ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων
τὸν Ἰσραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα
δεξιάν σου. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη
τὴν νύκτα. Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν
ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν
ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ψαλμὸς ΡΛΓ΄ (133).
δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ
ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἐν ταῖς
νυξὶν ἐπάρατε τὰς χεῖρας ἡμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν
Κύριον. Εῃλογήσαι σε Κύριος ἐκ Σιὼν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. ∆όξα. Καὶ νῦν.
Τρισάγιον.
∆όξα. Καὶ νῦν.
Παναγία Τριάς…
∆όξα. Καὶ νῦν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς…
∆ι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν…
 
Καὶ τὰ Τροπάρια Ἦχος πλ. δ΄.
Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων Σου, καὶ ὅσα ἐν βίῳ
ἥμαρτον, συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ Σὺ ὁ
δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τὴν ἀνάπαυσιν.
 
βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ
συμφέρον πᾶσιν ἀπονεμων, μόνε ∆ημιουργέ, ἀνάπαυσον,
Κύριε, τὰς ψυχὰς τῶν δούλων Σου· ἐν Σοὶ γὰρ τὴν ἐλπίδα
ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
∆όξα.
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν
δούλων Σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός,
ἀλλὰ ζωὴ ἀτελεύτητος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε πᾶσαι αἱ γενεαί, Θεοτόκε Παρθένετ ἐν Σοὶ
γὰρ ὁ ἀχώρητος Χριστός, ὁ Θεὸς ἡμῶν, χωρηθῆναι ηὐδόκησε.
Μακάριοί ἐσμεν καὶ ἡμεῖς προστασίαν Σε ἔχοντες· ἡμέρας γὰρ
καὶ νυκτὸς πρεσβεύεις ὑπὲρ ἡμῶν· καὶ τὰ σκῆπτρα τῆς
Βασιλείας ταῖς Σαῖς ἱκεσίαις κρατύνονται, ∆ιὸ ἀνυμνοῦντες
βοῶμέν Σοι· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Κύριε, ἐλέησον ιβ΄ (12).
 
Καὶ τὴν εὐχὴν ταύτην
Μνήσθητι, Κύριε, τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου
κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν καὶ πάντων τῶν
ἐν εὐσεβείᾳ καὶ πίστει τελειωθέντων, και συγχώρησον αὐτοῖς
πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον, ἐν λόγῳ ἢ ἔργῳ ἢ
κατὰ διάνοιαν πλημμεληθὲν ὑπ᾽ αὐτῶν.
Καὶ κατασκήνω σον αὐτοὺς ἐν τόποις φωτεινοῖς, ἐν τόποις χλοεροῖς, ἐν τόποις
ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καὶ στεναγμός,
ὅπου ἡ ἐπισκοπὴ τοῦ προσώπου Σου εὐφραίνει πάντας τοὺς
ἀπ' αἰῶνος Ἁγίους Σου. Χάρισαι αὐτοῖς καὶ ἡμῖν τὴν
Βασιλείαν Σου καὶ τὴν μέθεξιν τῶν ἀφράστων καὶ αἰωνίων
Σου ἀγαθῶν καὶ τῆς Σῆς ἀπεράντου καὶ μακαρίας ζωῆς τὴν
ἀπόλαυσιν. Σὺ γὰρ εἶ ἡ ζωή, ἡ ἀνάστασις καὶ ἡ ἀνάπαυσις
τῶν κεκοιμημένων δούλων Σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ναὶ Σοὶ
τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Ἀνάρχῳ Σου Πατρί, καὶ τῷ
Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
 
περένδοξε, ἀειπάρθενε. εὐλογημένη Θεοτόκε, προσάγαγε
τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν· καὶ
αἴτησαι, ἵνα σῴ σῃ διὰ Σοῦ τὰς ψυχὰς ἡμῶν.
 
ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ
Πνεῦμα τὸ Ἅγιον, Τριὰς Ἁγία, δόξα Σοι.
 
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ·
φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.
ι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν,
ἐλέησον ἡμᾶς. Ἀμήν.